So I can't believe that what appears in the Stromata at present is original to the text. Στρωματεῖς after all means 'patchwork.' If there was ever a text which conforms to my belief that original material was placed in a literary blender and reassembled as a cento (albeit a cento of paragraphs not sentences) this is it.
But still, what happened with this material? How could a sudden break in Book Three casually look back to something said in Book Two as we see here:
ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς. τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ
δεῖν παραχρῆσθαι τῇ σαρκί. ἀλλ' ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις. οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς ἀποστο λικοῦ μεταδιωκόντων. τίνι γὰρ οὗτοι Σαρδαναπάλλου διαφέρουσιν; οὗ τὸν βίον δηλοῖ τὸ ἐπίγραμμα· ταῦτ' ἔχω ὅσσ'ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ. εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ' ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, <ἣ> καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τὴν ἡδονήν. θειάζει γοῦν σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ ∆ιογένης ἔν τινι τραγῳδίᾳ γράφει· οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ' ἡδοναῖσι σαχθέντες κέαρπονεῖν θέλοντες οὐδὲ βαιά, καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται, ἐπαξίως δὲ τῶν φιληδόνων. ∆ιό μοι δοκεῖ ὁ θεῖος νόμος ἀναγκαίως τὸν φόβον ἐπαρτᾶν, ἵν' εὐλαβείᾳ καὶ προσοχῇ τὴν ἀμεριμνίαν ὁ φιλόσοφος κτήσηταί τε καὶ 2.20.120.2 τηρήσῃ, ἀδιάπτωτός τε καὶ ἀναμάρτητος ἐν πᾶσι διαμένων. οὐ γὰρ ἄλλως.
εἰρήνη καὶ ἐλευθερία περιγίνεται ἢ διὰ τῆς ἀπαύστου καὶ 2.20.120.3 ἀναπαυδήτου πρὸς τὰς τῶν παθῶν ἡμῶν ἀντιμαχήσεις *. οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ'ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς ἐπιβου2.20.120.4 λεύουσα καὶ δάκνουσα. πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου 2.20.120.5 Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες; ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ
διψῶντας πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι 2.20.121.1 πεφυκότα. καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη· οὔθ' ὑπὸ χρυσείων δουλουμένη οὔθ' ὑπ' ἐρώτων τηξιπόθων, οὐδ' εἴ τι συνέμπορόν ἐστι φίλυβρι. καὶ τὸ ὅλον ἐπιλέγει· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ'ἀγαπῶσιν. 2.20.121.2 οὗτος ἐν ἄλλοις εὐθυρρημόνως γράφει τῆς εἰς τὰ ἀφροδίσια ἀκατασχέτου ὁρμῆς κατάπλασμα εἶναι λιμόν, εἰ δὲ μή, βρόχον. Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πως· φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει· εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ. 2.20.122.1 Πάντες δὴ οὗτοι οὐκ αἰσχύνονται σαφῶς ὁμολογεῖν τὴν ἐκ τῆς εὐλαβείας ὠφέλειαν· ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, ** συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς 2.20.122.2 ὑπὸ τοῦ λόγου λαμβάνει. ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ ∆ιὸς τὴν αἰγίδα γράφουσι δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται, ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή· ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, ∆ιὸς τέρας αἰγιόχοιο. 2.20.123.1 τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ 2.20.123.2 εὐλαβείας. ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον· τοῖς γὰρ ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτριον ὑπέρτονον δοκεῖ, καὶ τοῖς ἀδίκοις 2.20.123.3 ἀκροδίκαιον τὸ ἐπιβάλλον. ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ συνα2.20.124.1 μαρτάνοντα μηδὲ συγκατασπώμενον. εὖ γοῦν ἡ τραχῳδία ἐπὶ τοῦ Ἅιδου γράφει·
πρὸς δ' οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ' ἔστεργε τὴν ἁπλῶς δίκην. 2.20.124.2 καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ ἡμῖν προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐσμεν, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα· καὶ τῇδε ὠφελοίμεθ' ἄν, κατὰ δύναμιν προθυμότερον τὰ 2.20.124.3 μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὐδὲ γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμον βιώσαντες ἀπὸ δρυὸς ἦσαν παλαιφάτου οὐδ' ἀπὸ πέτρης. τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθησαν. 2.20.125.1 Καλῶς ὁ Ζήνων ἐπὶ τῶν Ἰνδῶν ἔλεγεν ἕνα
Ἰνδὸν παροπτώμε2.20.125.2 νον ἐθέλειν <ἂν> ἰδεῖν ἢ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἄφθονοι μαρτύρων πηγαὶ ἑκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀπο2.20.125.3 τεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δι' αἱμάτων ἐνδείκνυσθαι. 2.20.125.4 ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς 2.20.125.5 τοῦ κόσμου μείζονας. καὶ πάλιν ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε 2.20.125.6
πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγει· ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι. καὶ πάλιν λέγει· ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα· σὰρξ γὰρ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε διελέγχον ἡμᾶς τὸ πνεῦμα 2.20.126.1 εἴρηκεν. χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ** ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι· δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνη τὸ μέγιστον. 2.20.126.2 αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλείπω, 2.20.126.3 ἄξιον κρίνας διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περι2.20.126.4 γένηται καρπός. γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς. 2.21.127.1 Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων. τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων * τούς τε Κυρηναϊκοὺς 2.21.127.2 εἶναι καὶ τὸν Ἐπίκουρον· τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγει· αἱρετὸν δὲ εἶναί φησιν ὃ πρῶτον ἐξ ἑαυτοῦ ἐφ' ἑαυτὸ ἐπισπᾶται πάντως δηλον2.21.127.3 ότι ἐν κινήσει ὑπάρχον. ∆εινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ'
αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. καὶ ∆ιόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται 2.21.128.1 τὸ ἀοχλήτως καὶ καλῶς ζῆν. Ἐπίκουρος μὲν οὖν καὶ οἱ Κυρηναϊκοὶ τὸ πρῶτον οἰκεῖόν φασιν ἡδονὴν εἶναι· ἕνεκα γὰρ ἡδονῆς παρελθοῦσα.
2.21.128.2 φασίν, ἡ ἀρετὴ ἡδονὴν ἐνεποίησε. κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν. 2.21.128.3 Οἱ δὲ περὶ τὸν Ἀριστοτέλη τέλος ἀποδιδόασιν εἶναι τὸ ζῆν κατ' ἀρετήν, οὔτε δὲ τὴν εὐδαιμονίαν οὔτε τὸ τέλος παντὶ τῷ τὴν ἀρετὴν ἔχοντι παρεῖναι· βασανιζόμενον γὰρ καὶ τύχαις ἀβουλήτοις περιπίπτοντα τὸν σοφὸν καὶ διὰ ταῦτα ἐκ τοῦ ζῆν ἀσμένως ἐθέ2.21.128.4 λοντα διαφεύγειν μὴ εἶναι μήτε μακάριον μήτ' εὐδαίμονα. δεῖ γὰρ καὶ
χρόνου τινὸς τῇ ἀρετῇ· οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ περιγίνεται, ἣ καὶ ἐν τελείῳ συνίσταται, ἐπεὶ μὴ ἔστιν, ὥς φασι, παῖς εὐδαίμων ποτέ· 2.21.128.5 τέλειος δ' ἂν εἴη χρόνος ὁ ἀνθρώπινος βίος. συμπληροῦσθαι τοίνυν τὴν εὐδαιμονίαν ἐκ τῆς τριγενείας τῶν ἀγαθῶν. οὔτ' οὖν ὁ πένης οὔθ' ὁ ἄδοξος, ἀλλ' οὐδ' ὁ ἐπίνοσος, ἀλλ' οὐδ' ἂν οἰκέτης ᾖ τις, κατ' αὐτοὺς ** . 2.21.129.1 Πάλιν δ' αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ' ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, <∆ιογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο> ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν 2.21.129.2 ἐκλογῇ κεῖσθαι διελάμβανεν. ὅ τε Ἀντίπατρος ὁ τούτου γνώριμος τὸ 2.21.129.2 τέλος κεῖσθαι ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ 2.21.129.3 φύσιν, ἀπεκλέγεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει. Ἀρχέδημός τε αὖ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, <ζῆν> ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν. πρὸς τούτοις ἔτι Παναίτιος τὸ ζῆν κατὰ τὰς δεδομένας ἡμῖν ἐκ φύσεως ἀφορμὰς τέλος ἀπεφήνατο· ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς. 2.21.129.5 τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ 2.21.129.6 ζῆν ἀκολούθως τῇ τοῦ ἀνθρώπου κατασκευῇ. τί δή σοι Ἀρίστωνα <ἂν> καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη, τὸ δὲ ἀδιάφορον 2.21.129.7 ἁπλῶς ἀδιάφορον
ἀπολείπει· ἢ τὰ Ἡρίλλου εἰς μέσον παράγοιμι; τὸ 2.21.129.8 κατ' ἐπιστήμην ζῆν τέλος εἶναι τίθησιν Ἥριλλος. τοὺς γὰρ ἐκ τῆς Ἀκαδημίας νεωτέρους ἀξιοῦσί τινες τέλος ἀποδιδόναι τὴν ἀσφαλῆ 2.21.129.9 πρὸς τὰς φαντασίας ἐποχήν. ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος τὴν 2.21.129.10 ἐπὶ τοῖς καλοῖς. Κριτόλαος δέ, ὁ καὶ αὐτὸς Περιπατητικός, τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου, τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην τριγενικὴν τελειότητα μηνύων. 2.21.130.1 Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους
καταπαυστέον, φιλοτιμητέον δὲ ὡς ἔνι μάλιστα καὶ τὰ πρὸς τῶν φυσικῶν δογματιζόμενα περὶ τοῦ 2.21.130.2 προκειμένου παραθέσθαι. Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν 2.21.130.3 λέγουσιν Ἡρακλειτόν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν. Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος 2.21.130.4 τῶν ἀριθμῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι. ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσι, ∆ημόκριτος μὲν ἐν τῷ Περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν (καὶ πολλάκις ἐπιλέγει· τέρψις γὰρ καὶ ἀτερπίη οὖρος † τῶν περιηκμακότων), 2.21.130.5 Ἑκαταῖος δὲ αὐτάρκειαν, καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν· ταύτην γὰρ 2.21.130.6 ἔφη ὑπὸ ∆ημοκρίτου ἀθαμβίην λέγεσθαι. ἔτι πρὸς τούτοις ∆ιότιμος τὴν παντέλειαν τῶν ἀγαθῶν, ἣν εὐεστὼ προσαγορεύεσθαι, τέλος 2.21.130.7 ἀπέφηνεν. πάλιν Ἀντισθένης μὲν τὴν ἀτυφίαν, οἱ δὲ Ἀννικέρειοι καλούμενοι ἐκ τῆς Κυρηναϊκῆς διαδοχῆς τοῦ μὲν ὅλου βίου τέλος οὐδὲν ὡρισμένον ἔταξαν, ἑκάστης δὲ πράξεως ἴδιον ὑπάρχειν τέλος 2.21.130.8 τὴν ἐκ τῆς πράξεως κεριγινομένην ἡδονήν. οὗτοι οἱ Κυρηναϊκοὶ τὸν ὅρον τῆς ἡδονῆς Ἐπικούρου, τουτέστι τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν, ἀθετοῦσιν, νεκροῦ κατάστασιν ἀποκαλοῦντες· χαίρειν γὰρ ἡμᾶς μὴ μόνον ἐπὶ ἡδοναῖς, ἀλλὰ καὶ ἐπὶ ὁμιλίαις καὶ ἐπὶ φιλοτι2.21.130.9 μίαις. ὁ δὲ Ἐπίκουρος πᾶσαν χαρὰν τῆς ψυχῆς οἴεται ἐπὶ πρωτο2.21.131.1 παθούσῃ τῇ σαρκὶ γενέσθαι. ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα; 2.22.131.2 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπ' αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς 2.22.131.3 μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας. διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ Περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρ' ἕκαστα διδάσκειν ὡς ὁ αὐτὸς δίκαιός τε καὶ εὐδαίμων ἀνὴρ καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταρᾶσθαι ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι·
ἀσεβεῖς γὰρ τῷ ὄντι οἱ τὸ συμφέρον 2.22.131.4 ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες. αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον ἀγα2.22.131.5 θὸν καὶ πληρέστατον λέγει. ὁτὲ δὲ βίον ὁμολογούμενον καὶ σύμφωνον αὐτὴν ἀποκαλεῖ, καὶ ἔσθ' ὅτε τὸ κατ' ἀρετὴν τελειότατον, τοῦτο δὲ ἐν ἐπιστήμῃ τοῦ ἀγαθοῦ τίθεται καὶ ἐν ἐξομοιώσει τῇ πρὸς τὸν θεόν, ὁμοίωσιν ἀποφαινόμενος δίκαιον καὶ ὅσιον μετὰ φρο2.22.131.6 νήσεως εἶναι. ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν
ἡμετέρων τὸ μὲν κατ' εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθ' ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν ἐκ2.22.132.1 δέχονται; αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει· πᾶς ὁ 2.22.132.2 ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. λέγει γοῦν ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν πάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου
2.22.132.3 τιμωρός. ὁρᾷς ὅπως καὶ αὐτὸς εὐλάβειαν προσάγει τῷ θείῳ νόμῳ; ἐπιφέρει γοῦν· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται 2.22.132.4 ταπεινὸς καὶ κεκοσμημένος. εἶτα τούτοις τὰ ἀκόλουθα συνάψας καὶ τῷ φόβῳ νουθετήσας ἐπιφέρει· τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον εἰς 2.22.133.1 δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος 2.22.133.2 γάρ, ὅ τε μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος. τοῦτο ἀρχαῖον εἶναι φήσας τὸ δόγμα τὴν ἐκ τοῦ
νόμου εἰς αὐτὸν ἥκουσαν διδασκα2.22.133.3 λίαν ᾐνίξατο. κἀν τῷ Θεαιτήτῳ τὰ κακὰ ἀμφὶ τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν ἐξ ἀνάγκης δοὺς ἐπιφέρει·
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονή2.22.133.4 σεως γενέσθαι. Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. εἶεν δ' ἂν αἱ ἀρεταὶ 2.22.133.5 τῆς εὐδαιμονίας ἀπεργαστικαί. Ξενοκράτης τε ὁ Καλχηδόνιος τὴν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ὑπηρετικῆς 2.22.133.6
αὐτῇ δυνάμεως. εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν· ὡς δ' ὑφ' ὧν, τὰς ἀρετάς· ὡς δ' ἐξ ὧν ὡς μερῶν, τὰς καλὰς πράξεις καὶ τὰς σπουδαίας ἕξεις τε καὶ διαθέσεις καὶ κινήσεις καὶ 2.22.133.7 σχέσεις· ὡς δ' ὧν οὐκ ἄνευ, τὰ σωματικὰ καὶ τὰ ἐκτός. ὁ γὰρ Ξενοκράτους γνώριμος Πολέμων φαίνεται τὴν εὐδαιμονίαν αὐτάρκειαν εἶναι βουλόμενος ἀγαθῶν πάντων, ἢ τῶν πλείστων καὶ μεγίστων. δογματίζει γοῦν χωρὶς μὲν ἀρετῆς μηδέποτε ἂν εὐδαιμονίαν ὑπάρχειν, δίχα δὲ καὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι. 2.22.134.1 Καὶ τὰ μὲν
ὧδε ἐχέτω, αἱ δὲ ἀντιρρήσεις αἱ πρὸς τὰς εἰρημένας δόξας κατὰ καιρὸν τεθήσονται, ἡμῖν δὲ αὐτοῖς εἰς τέλος ἀτελεύτητον ἀφικέσθαι πρόκειται πειθομένοις ταῖς ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατ' αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ 2.22.134.2 θείου θελήματος γνώσεως· ἥ τε πρὸς τὸν ὀρθὸν λόγον ὡς οἷόν τε 2.22.134.2 ἐξομοίωσις τέλος ἐστὶ καὶ εἰς τὴν τελείαν υἱοθεσίαν διὰ τοῦ υἱοῦ ἀποκατάστασις, δοξάζουσαν ἀεὶ τὸν πατέρα διὰ τοῦ μεγάλου ἀρχιερέως τοῦ ἀδελφοὺς καὶ συγκληρονόμους καταξιώσαντος ἡμᾶς εἰπεῖν. 2.22.134.3 καὶ ὁ μὲν ἀπόστολος συντόμως τὸ τέλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διαγράφων λέγει·
νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ 2.22.134.4 δὲ τέλος ζωὴν αἰώνιον· διττὴν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἐλπίδος ἀποκατάστασιν· ἡ γὰρ ὑπομονή, φησί, δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. δι' ἣν ἀγάπην καὶ <ἡ> εἰς τὴν ἐλπίδα ἀποκατάστασις, ἣν ἀνάπαυσιν ἀλλαχοῦ 2.22.135.1 λέγει ἀποκεῖσθαι ἡμῖν. τὰ ὅμοια καὶ παρὰ τῷ Ἰεζεκιὴλ εὕροις ἂν οὕτως ἔχοντα· ἡ ψυχὴ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ
τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν 2.22.135.2 ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ 2.22.135.3 δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν· δίκαιός ἐστι, ζωῇ ζήσεται, λέγει ἀδωναῒ κύριος. ὅ τε
Ἡσαΐας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακαλῶν, μὴ τὴν 2.22.135.4 αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστὰς ὧδέ φησι· ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς ὁδοὺς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον, καὶ ἐλεηθήσεται 2.22.136.1 ἕως καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. ἡμεῖς τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκρο2.22.136.2 βυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη. ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἕως κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενό2.22.136.3 μενος εἰς τὸν αἰῶνα. τὰ ὅμοια τῷ Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι πεποιθώς· ἡ 2.22.136.4 γὰρ τῆς ἐλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηται· διὸ τοῦ κατασκηνώσει τῇ λέξει παγκάλως προσέθηκε τὸ πεποιθώς, δεικνὺς τὸν τοιοῦτον ἀναπεπαῦσθαι ἀπολαβόντα ἣν ἤλπιζεν ἐλπίδα, 2.22.136.5 διὸ καὶ ἐπιφέρει· καὶ
ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαρρήδην φησί· μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ, ἵνα γένηται ἐκεῖνο· εἰ ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, 2.22.136.6 Χριστὸς δὲ θεοῦ. τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν. ἐκ τούτων οὖν αἱ πηγαὶ τῶν περὶ τέλους δογματισάντων ἃς προειρήκαμεν βλύζουσιν. ἀλλὰ τούτων μὲν ἅλις.
2.23.137.1 Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ 2.23.137.2 γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γνησίων τέκνων σπορᾷ. ὁ γοῦν κωμικὸς Μένανδρος παίδων (φησὶν) ἐπ' ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα. 2.23.137.3 ζητοῦμεν δὲ εἰγαμητέον, ὅπερ τῶν κατὰ <τὸ> πρός τί πως ἔχειν ὠνομασμένων ἐστίν. τίνι γὰρ γαμητέον ὅπερ καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία 2.23.137.4 μέχρι τίνος. οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ'οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ τὴν κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ 2.23.138.1 ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα. ὅθεν ὁ Ἀβραάμ φησιν ἐπὶ τῆς γυναικὸς σκηπτόμενος ὡς ἀδελφῆς·
ἀδελφή μοί ἐστιν ἐκ πατρός, ἀλλ' οὐκ ἐκ μητρός, ἐγένετο δέ μοι καὶ εἰς γυναῖκα, τὰς ὁμομητρίους μὴ δεῖν ἄγεσθαι πρὸς γάμον διδάσκων. 2.23.138.2 Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν οὖν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων μεταλαμπαδευο2.23.138.3 μένην. ∆ημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκὰς ἀπὸ τῶν ἀναγκαιοτέρων. 2.23.138.4 συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ 2.23.138.5 ἀοχλησίᾳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται. ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὅ τε γάμος ἥ τε παιδοτροφία, κατὰ δὲ 2.23.138.6 τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν, οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι. ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδο2.23.139.1 νήν. οὐκ ἂν οὖν ἐκφύγοιεν τὴν Βουζύγιον ἀρὰν ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἢ 2.23.139.2 αὖ τοὔμπαλιν.
τοῦτο βραχέως ἡ γραφὴ δεδήλωκεν εἰρηκυῖα· ὃ μισεῖς, 2.23.139.3 ἄλλῳ οὐ ποιήσεις. πλὴν οἱ γάμον δοκιμάζοντες ἡ φύσις ἡμᾶς ἐποίησεν φασὶν εὐθέτους πρὸς γάμον, ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν, καὶ τὸ αὐξάνεσθε καὶ 2.23.139.4 πληθύνεσθε συνεχῶς ἐπιβοῶνται. εἰ δὲ καὶ ταῦθ' οὕτως ἔχει, ἀλλ' αἰσχρόν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἃ τὴν ἐπιμιξίαν οὐ ποιεῖται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἓν καὶ ὁμόφυλον, οἷαι αἱ πελιάδες καὶ αἱ φάσσαι καὶ τὸ
τρυγόνων γένος καὶ ὅσα τούτοις 2.23.139.5 παραπλήσια. ἔτι, φασίν, ὁ ἄτεκνος τῆς κατὰ φύσιν τελειότητος ἀπολείπεται ἅτε μὴ ἀντικαταστήσας τῇ χώρᾳ τὸν οἰκεῖον διάδοχον· τέλειος γὰρ ὁ πεποιηκὼς ἐξ αὑτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κἀκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι. 2.23.140.1 Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφ' ἡμῖν συντελειώσεως, ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταὶ ἡμιτελῆ καὶ ἄπαιδα, 2.23.140.2 μακαρίζουσι δὲ τὸν ἀμφιθαλῆ. αἱ δὲ σωματικαὶ νόσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσιν· ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν 2.23.141.1 ἀναγκαία βοηθός. ὁ γοῦν κωμικὸς Μένανδρος καταδραμὼν τοῦ 2.23.141.1 γάμου, ἀλλὰ καὶ τὰ χρήσιμα ἀντιτιθεὶς ἀποκρίνεται τῷ εἰπόντι πρὸς τὸ πρᾶγμα ἔχω κακῶς. {Β.} ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις. εἶτ' ἐπιφέρει· τὰ δυσχερῆ τε καὶ τὰ λυπήσοντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δὲ ἀγαθὰ οὐκ ἐπιβλέπεις 2.23.141.2 καὶ τὰ ἑξῆς. βοηθεῖ δὲ ὁ γάμος καὶ ἐπὶ τῶν προβεβηκότων τῷ χρόνῳ παριστὰς τὴν γαμετὴν ἐπιμελομένην καὶ τοὺς ἐκ ταύτης παῖ2.23.141.3 δας γηροβοσκοὺς ἐκτρέφων. παῖδες δὲ ἀνδρὶ κατθανόντι κληδόνες γεγάασι· φελλοὶ δ' ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ καὶ κλωστῆρα σῴζοντες λίνου 2.23.141.4 κατὰ τὸν τραγικὸν Σοφοκλέα. οἵ τε νομοθέται οὐκ ἐπιτρέπουσι τὰς μεγίστας ἀρχὰς τοῖς μὴ γαμήσασι μετιέναι. αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ κακο2.23.141.5 γαμίου καὶ ὀψιγαμίου καὶ
μονοδιαιτησίας· ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν· εἰ γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τάς τε πόλεις καὶ τὸν κόσμον τὸν ἐκ 2.23.142.1 τούτων. τὸ δὲ τοιοῦτον ἀσεβὲς θείαν γένεσιν καταλυόντων. ἤδη δὲ ἄνανδρον καὶ ἀσθενὲς τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν συμ2.23.142.2 βίωσιν. οὗ γὰρ ἡ ἀποβολὴ κακόν ἐστι, τούτου πάντως ἡ κτῆσις ἀγαθόν· ἔχει δ' οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασίν. ἡ οὖν τῶν τέκνων κτῆσις ἀγαθόν. εἰ δὲ τοῦτο, καὶ ὁ γάμος. 2.23.142.3 ἄνευ δὲ πατρὸς
(φησὶ) τέκνον οὐκ εἴη ποτ' ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου. 2.23.143.1 πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ' οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ' ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ' ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ' εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι 2.23.143.2 τὸν γάμον. πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων σπερμάτων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι 2.23.143.3 τὰ σπέρματα οἱ γεωργοί. πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ
μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει 2.23.144.1 μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον. θορόντα γοῦν ἔνια αὐτῶν ᾧ κελεύεται καιρῷ εὐθέως ἀπαλλάττεται καταλιπόντα τὴν δημιουρ2.23.144.2 γίαν τῇ διοικήσει.
τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένη καίτοι ἀποσφαττομένη ἀναγέγραπται, ἀλλὰ καὶ θνῄσκουσα ὅμως πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ εὐσχημόνως πεσεῖν, κρύπτουσ' ἃ κρύπτειν ὄμματα ἀρρένων ἐχρῆν. 2.23.144.3 ἦν δὲ κἀκείνῃ γάμος ἡ συμφορά. τὸ ὑποπεσεῖν οὖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευ2.23.144.4 θερία μόνη. ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι. 2.23.145.1 Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος 2.23.145.2 ἄγουσιν. θεοφιλὲς γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπ' ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ 2.23.145.3 τέλος ἀμφοῖν ἡ αἰσχρουργία. ὅτι δὲ γαμεῖν ἡ γραφὴ συμβουλεύει οὐδὲ ἀφίστασθαί ποτε τῆς συζυγίας ἐπιτρέπει, ἄντικρυς νομοθετεῖ· οὐκ ἀπολύσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας· μοιχείαν δὲ ἡγεῖ2.23.146.1 ται τὸ ἐπιγῆμαι ζῶντος θατέρου τῶν
κεχωρισμένων. ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δ' ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, 2.23.146.2 προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ὁ δὲ ἀπολελυμένην λαμβάνων γυναῖκα μοιχᾶται, φησίν, ἐὰν γάρ τις ἀπολύσῃ γυναῖκα, μοιχᾶται αὐτήν, τουτέστιν ἀναγκάζει μοιχευ2.23.146.3 θῆναι. οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί·
2.23.147.1 εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα. τί οὖν ὁ νόμος; πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτῳ ἐλεγχθεῖσαν· ἐὰν δὲ ἱέρεια ᾖ, πυρὶ παραδίδοσθαι προστάττει. λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλ' οὐκ ἐν 2.23.147.2 τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ᾖ. οὐ δὴ μάχεται τῷ εὐαγγελίῳ ὁ νόμος, συνᾴδει δὲ αὐτῷ. πῶς γὰρ οὐχί, ἑνὸς ὄντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου; ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἷον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς 2.23.147.3 κατὰ τὴν μετάνοιαν γεννηθείσης. μαρτυρεῖ τοῖς εἰρημένοις διὰ Ἰεζεκιὴλ τὸ πνεῦμα λέγον· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρ2.23.147.4 τωλοῦ, ὡς τὸ ἐπιστρέψαι. αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται. Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς διὰ τὸ μῆκός τε καὶ πλῆθος τῶν κεφαλαίων.
ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ
Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου πυθομένων φασὶ τῶν ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν ἀποκρίνασθαι λέγουσι τὸν κύριον· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι, οἳ μὲν ἐκ γενετῆς, οἳ 3.1.1.2 δὲ ἐξ ἀνάγκης. ἐξηγοῦνται δὲ τὸ ῥητὸν ὧδέ πως· φυσικήν τινες ἔχουσι πρὸς γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ 3.1.1.3 συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες. οὗτοι, φασίν, εἰσὶν οἱ ἐκ γενετῆς εὐνοῦχοι· οἱ δὲ ἐξ ἀνάγκης, ἐκεῖνοι οἱ θεατρικοὶ ἀσκηταί, οἵτινες διὰ τὴν ἀνθολκὴν τῆς εὐδοξίας κρατοῦσιν ἑαυτῶν, οἱ δὲ ἐκτετμημένοι κατὰ συμφορὰν εὐνοῦχοι γεγόνασι κατὰ ἀνάγκην. 3.1.1.4 οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τὰ ἐκ τοῦ γάμου, φασί, συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν 3.1.2.1 περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες. καὶ τῷ ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου λέγειν τὸν ἀπόστολον, νυκτὸς καὶ ἡμέρας ἀντέχων καὶ φοβούμενος μὴ τῆς ἐγκρατείας ἀποπέσῃς· πρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ 3.1.2.2 μερίζεται τῆς ἐλπίδος. ἀντέχου τοίνυν, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος 3.1.2.2 ἐν τοῖς Ἠθικοῖς, μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος 3.1.2.3 τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δὲ ἡ εὐχαριστία σου, φησίν, εἰς αἴτησιν ὑποπέσῃ καὶ αἰτῇς τὸ λοι3.1.2.4 πὸν οὐ κατορθῶσαι, ἀλλὰ μὴ σφαλῆναι, γάμησον. ἀλλὰ νέος τίς ἐστιν ἢ πένης ἢ κατωφερὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω· λεγέτω ὅτι εἰσελήλυθα ἐγὼ εἰς 3.1.2.5 τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν· ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· ἀδελφέ, ἐπίθες μοι τὴν χεῖρα, ἵνα μὴ ἁμαρτήσω· καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπι3.1.3.1 τεύξεται. ἐνίοτε δὲ τῷ μὲν στόματι λέγομεν·
οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται ἐπὶ τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ 3.1.3.2 ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ· ἡ δὲ ἀνθρωπότης ἔχει τινὰ ἀναγκαῖα καὶ φυσικά, <ἄλλα δὲ φυσικὰ> μόνα. ἔχει τὸ περιβάλλεσθαι ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ. 3.1.3.3 Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ
αὐτοῖς πράττειν 3.1.3.4 συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων. μὴ τοίνυν
ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστό
τερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν· οἱ γὰρ τοιοῦτοι
ψευδαπόστολοι, ἐργάται δόλιοι, ἕως ὧν τὸ τέλος ἔσται 3.1.4.1 κατὰ τὰ ἔργα αὐτῶν.
ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν. οὐ μόνον γὰρ
περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἃ ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη
τοῖς 3.1.4.2 ἀναγκαίοις, ἡ ἐγκράτεια ἀναστρέφεται. ἔστι δὲ καὶ περὶ τὴν γλῶσσαν καὶ
περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν καὶ περὶ τὴν ἐπιθυμίαν ἐγκράτεια. οὐ διδάσκει δ'
αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει σω3.1.4.3 φροσύνην ἡμῖν, δύναμις οὖσα καὶ
θεία χάρις. τίνα οὖν τοῖς ἡμετέροις δοκεῖ περὶ τοῦ προκειμένου, λεκτέον· ἡμεῖς
εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ
τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν δὲ δεῖν λέγοντες καὶ
ἀλλήλων τὰ βάρη βαστάζειν, μή ποτέ τις δοκῶν καλῶς ἑστάναι καὶ αὐτὸς πέσῃ. περὶ
δὲ τοῦ δευτέρου γάμου εἰ πυροῖ φησὶν ὁ ἀπόστολος, γάμησον. 3.2.5.1 Οἱ δὲ ἀπὸ
Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ
ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος 3.2.5.2 ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος, οὗ καὶ
τὰ συγγράμματα κομίζεται, υἱὸς ἦν Καρποκράτους καὶ μητρὸς Ἀλεξανδρείας
τοὔνομα τὰ μὲν πρὸς πατρὸς Ἀλεξανδρεύς, ἀπὸ δὲ μητρὸς Κεφαλληνεύς, ἔζησε δὲ τὰ
πάντα ἔτη ἑπτακαίδεκα, καὶ θεὸς ἐν Σάμῃ τῆς Κεφαλληνίας τετίμηται, ἔνθα αὐτῷ
ἱερὸν ῥυτῶν λίθων, βωμοί, τεμένη, μουσεῖον ᾠκοδόμηταί τε καὶ καθιέρωται, καὶ
συνιόντες εἰς τὸ ἱερὸν οἱ Κεφαλλῆνες κατὰ νουμηνίαν γενέθλιον ἀποθέωσιν
θύουσιν Ἐπιφάνει, σπέν3.2.5.3 δουσί τε καὶ εὐωχοῦνται καὶ ὕμνοι ᾄδονται.
ἐπαιδεύθη μὲν οὖν παρὰ τῷ πατρὶ τήν τε ἐγκύκλιον παιδείαν καὶ τὰ Πλάτωνος,
καθηγήσατο δὲ τῆς μοναδικῆς γνώσεως, ἀφ' οὗ καὶ ἡ τῶν Καρποκρατια3.2.6.1 νῶν
αἵρεσις. λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης τὴν δικαιοσύνην τοῦ θεοῦ
κοινωνίαν τινὰ εἶναι μετ' ἰσότητος. ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ
τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπ' ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε
τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς
ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, 3.2.6.2 ἐπεὶ μὴ
διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας,
θηλείας ἄρσενας, ἐλευθέρους δούλους. ἀλλ' οὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιεῖταί
τι, πᾶσι δὲ ἐπ' ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις
τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι 3.2.6.3
τὸν πλησίον, ἵν' αὐτὸς κἀκείνου τὸ φῶς διπλασιάσας ἔχῃ. ἥλιος κοινὰς τροφὰς ζῴοις
ἅπασιν ἀνατέλλει, δικαιοσύνης τε τῆς κοινῆς ἅπασιν ἐπ' ἴσης δοθείσης, καὶ εἰς τὰ
τοιαῦτα βοῶν γένος ὁμοίως γίνεται ὡς αἱ βόες καὶ συῶν ὡς οἱ σύες καὶ προβάτων ὡς
τὰ πρό3.2.6.4 βατα καὶ τὰ λοιπὰ πάντα· δικαιοσύνη γὰρ ἐν αὐτοῖς ἀναφαίνεται ἡ
κοινότης. ἔπειτα κατὰ κοινότητα πάντα ὁμοίως κατὰ γένος σπείρεται, τροφή τε
κοινὴ χαμαὶ νεμομένοις ἀνεῖται πᾶσι τοῖς κτήνεσι καὶ πᾶσιν ἐπ' ἴσης, οὐδενὶ νόμῳ
κρατουμένη, τῇ δὲ παρὰ τοῦ διδόντος <καὶ> 3.2.7.1 κελεύσαντος χορηγίᾳ συμφώνως
ἅπασι δικαιοσύνῃ παροῦσα. ἀλλ' οὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον
(μετεγράφη γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννῶσιν ἐπ' ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης
ἔμφυτον ἔχοντες. κοινῇ πᾶσιν ἐπ' ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ
πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ' αὐτοῦ παρέσχεν, οὐ διακρίνας
θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ
κοινότητι μερίσας τὸ βλέπειν 3.2.7.2 ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ
νόμοι δέ, φησίν, ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν· ἡ
γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει,
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς,
www.aegean.gr/culturaltec/chmlab.
89
μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος 3.2.7.3 διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων·
τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς κοινότητα κοινά
τε γὰρ καρ3.2.7.4 πουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον· κοινῇ γὰρ
ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μή<τε> στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ
τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς. ἡ δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς
ἰσότητος ἐγέννησε θρεμμάτων καὶ 3.2.8.1 καρπῶν κλέπτην. κοινῇ τοίνυν ὁ θεὸς
ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ'
ὁμοίως τὰ ζῷα 3.2.8.2 κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ'
ἰσότητος. οἳ δὲ γεγονότες οὕτω τὴν συνάγουσαν κοινωνίαν τὴν γένεσιν αὐτῶν
ἀπηρνήθησαν καί φασιν· ὁ μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινω3.2.8.3 νεῖν
ἁπάντων, ὥσπερ ἀπέφηνε τὰ λοιπὰ τῶν ζῴων. ταῦτα εἰπὼν κατὰ λέξιν πάλιν
ὁμοίως αὐταῖς ταῖς λέξεσιν ἐπιφέρει· τὴν γὰρ ἐπιθυμίαν εὔτονον καὶ σφοδροτέραν
ἐνεποίησε τοῖς ἄρρεσιν εἰς τὴν τῶν γενῶν παραμονήν, ἣν οὔτε νόμος οὔτε ἔθος οὔτε
ἄλλο <τι> τῶν 3.2.8.4 ὄντων ἀφανίσαι δύναται. θεοῦ γάρ ἐστι δόγμα. καὶ πῶς ἔτι
οὗτος ἐν τῷ καθ' ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον
διὰ τούτων καθαιρῶν; ὃ μὲν γάρ φησιν· οὐ μοιχεύσεις, 3.2.8.5 τὸ δὲ πᾶς ὁ
προσβλέπων κατ' ἐπιθυμίαν ἤδη ἐμοίχευσεν λέγει. τὸ γὰρ οὐκ ἐπιθυμήσεις πρὸς τοῦ
νόμου λεγόμενον τὸν ἕνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου
κηρυσσόμενον· λέγει 3.2.8.6 γάρ· οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον. ὁ πλησίον δὲ οὐχ
ὁ Ἰουδαῖος τῷ Ἰουδαίῳ, ἀδελφὸς γὰρ καὶ ταὐτότης τοῦ πνεύματος, λείπεται δὴ
πλησίον τὸν ἀλλοεθνῆ λέγειν. πῶς γὰρ οὐ πλησίον ὁ οἷός τε κοινωνῆσαι τοῦ
πνεύματος; οὐ γὰρ μόνων Ἑβραίων, ἀλλὰ καὶ 3.2.9.1 ἐθνῶν πατὴρ Ἀβραάμ. εἰ δὲ ἡ
μοιχευθεῖσα καὶ ὁ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν
ἐντολὴν τὴν λέγουσαν οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον περὶ τῶν ἐθνῶν
διαγορεύειν, ἵνα τις κατὰ νόμον καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος
ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις· ἡ δὲ τοῦ ἐγὼ
μορίου προσθήκη προσεχεστέραν δείκνυσι 3.2.9.2 τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι
θεομαχεῖ ὅ τε Καρποκράτης ὅ τ' Ἐπιφάνης, <ὃς> ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ,
τῷ Περὶ δικαιοσύνης 3.2.9.3 λέγω, ὧδέ πως ἐπιφέρει κατὰ λέξιν· ἔνθεν ὡς γελοῖον
εἰρηκότος τοῦ νομοθέτου ῥῆμα τοῦτο ἀκουστέον "7οὐκ ἐπιθυμήσεις"7 πρὸς τὸ
γελοιό τερον εἰπεῖν "7τῶν τοῦ πλησίον"7· αὐτὸς γὰρ ὁ τὴν ἐπιθυμίαν δοὺς ὡς
συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν
ζῴου· τὸ δὲ "7τῆς τοῦ πλησίον γυναικὸς"7 ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι
γελοιότερον εἶπεν. 3.2.10.1 Καὶ ταῦτα μὲν οἱ γενναῖοι Καρποκρατιανοὶ δογματίζουσι.
τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα
ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας
ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ
καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς
τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας
δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι
γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου
ὑπακοήν. τοιαῦτα δὲ οἶμαι ταῖς κυνῶν καὶ συῶν καὶ τράγων λαγνείαις νομοθετεῖν
τὸν Καρποκράτην ἔδει. 3.2.10.2 δοκεῖ δέ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ
Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰς μὲν τὰς πρὸ τοῦ γάμου
τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων
φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἑκάστην ἑκάστου 3.2.11.1 εἶναι καὶ οὐκέτι
κοινὴν τὴν γεγαμημένην. Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται
δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι
κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων,
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς,
www.aegean.gr/culturaltec/chmlab.
90
ὅταν 3.2.11.2 θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων
αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῇ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι καὶ οὗτοι
ἐνυπνιαζόμενοι (οὐ γὰρ ὕπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως καὶ τὸ στόμα αὐτῶν
λαλεῖ ὑπέρογκα. 3.3.12.1 Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ
οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει
κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλ' οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν
ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου γενο3.3.12.2 μένην δημιουργοῦ· ᾧ δὴ λόγῳ, μὴ
βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι
γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν
κεκληκότα ἀγαθόν, ἀλλ' οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον
καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν
πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι 3.3.12.3 τοῖς ὑπ' αὐτοῦ κτισθεῖσιν. ἀλλ'
οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ
χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς
χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες
ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται,
κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ 3.3.13.1 κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ' ὃ
ἐνταῦθα εὐηγγελίσθησαν. ἀλλὰ πρὸς μὲν τούτους, ὁπόταν τὸν περὶ ἀρχῶν
διαλαμβάνωμεν λόγον, ἀκριβέστατα διαλεξόμεθα· οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν,
παρ' ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ
ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην 3.3.13.2 εἶναι, ἀλλὰ τῇ
ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ· κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν
καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις
ψυχαῖς προσήκει κατ' 3.3.13.3 αὐτούς. κἄστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος
ἔτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἀξιοῦσιν
οἰκεῖον, πρὸς οὓς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς
διαλαμβάνωμεν. 3.3.14.1 Ἡράκλειτος γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν
φῇ· γενόμενοι ζώειν ἐθέλουσι μόρους τ' ἔχειν μᾶλλον δὲ ἀναπαύεσθαι, 3.3.14.2 καὶ
παῖδας καταλείπουσι μόρους γενέσθαι. δῆλος δὲ αὐτῷ συμφερόμενος καὶ
Ἐμπεδοκλῆς λέγων· κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον. καὶ ἔτι· ἐκ μὲν
γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε' ἀμείβων. καὶ πάλιν· ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ
δυσάνολβον· οἵων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε. 3.3.14.3 λέγει δὲ καὶ ἡ
Σίβυλλα· ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, ὁμοίως τῷ γράφοντι ποιητῇ·
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. 3.3.15.1 ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν
δείκνυσι κακὴν ὧδέ πως λέγων· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ'
ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ' ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι. 3.3.15.2
ἀκόλουθα δ' αὐτοῖς καὶ ὁ τῆς τραγῳδίας ποιητὴς Εὐριπίδης γράφει· ἔδει γὰρ ἡμᾶς
σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακά· τὸν δ' αὖ θανόντα
καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. 3.3.15.3 καὶ αὖθις
τὰ ὅμοια οὕτως ἐρεῖ· τίς δ' οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ τὸ
ζῆν; 3.3.16.1 ταὐτὸν δὴ τούτοις φαίνεται καὶ Ἡρόδοτος ποιῶν λέγοντα τὸν Σόλωνα·
ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι συμφορή. καὶ ὁ μῦθος δὲ αὐτῷ σαφῶς ὁ περὶ τοῦ
Κλεόβιδος καὶ Βίτωνος οὐκ ἄλλο τι βούλεται ἀλλ' ἢ ψέγειν μὲν τὴν γένεσιν, τὸν
θάνατον δὲ ἐπαινεῖν. 3.3.16.2 οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν 3.3.16.3
Ὅμηρος λέγει. Πλάτων δὲ ἐν Κρατύλῳ Ὀρφεῖ τὸν λόγον ἀνατίθησι τὸν περὶ τοῦ
κολάζεσθαι τὴν ψυχὴν ἐν τῷ σώματι, λέγει δὲ ὧδε· καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ
εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν 3.3.16.4 τῷ νῦν παρόντι· καὶ διότι τούτῳ
σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι
μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς,
www.aegean.gr/culturaltec/chmlab.
91
δί3.3.17.1 δωσιν. ἄξιον δὲ καὶ τῆς Φιλολάου λέξεως μνημονεῦσαι· λέγει γὰρ ὁ
Πυθαγόρειος ὧδε· μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡς διά
τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι συνέζευκται 3.3.17.2 καὶ καθάπερ ἐν σήματι τούτῳ
τέθαπται. ἀλλὰ καὶ Πίνδαρος περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων λέγων ἐπιφέρει·
ὄλβιος ὅστις ἰδὼν ἐκεῖνα κοινὰ εἶσ' ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ
διόσδοτον ἀρχάν. 3.3.17.3 Πλάτων τε ἀκολούθως ἐν Φαίδωνι οὐκ ὀκνεῖ γράφειν ὧδέ
πως· καὶ οἱ τὰς τελετὰς δὲ ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοί τινες ἕως μετὰ
3.3.17.4 θεῶν τε οἰκήσει. τί δὲ ὅταν λέγῃ· ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη
ἡμῶν ἡ ψυχὴ ᾖ μετὰ τοιούτου κακοῦ, οὐ μήποτε κτησώμεθα ἐκεῖνο ἱκανῶς οὗ
ἐπιθυμοῦμεν; οὐχὶ αἰτίαν τῶν μεγίστων 3.3.17.5 κακῶν τὴν γένεσιν αἰνίσσεται; κἀν
τῷ Φαίδωνι ἐπιμαρτυρεῖ· κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι
φιλοσοφίας λελη θέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ
ἀποθνῄ3.3.18.1 σκειν τε καὶ τεθνάναι. καὶ πάλιν· οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ 3.3.18.1
φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ' αὐτοῦ, 3.3.18.2 ζητεῖ δὲ
αὐτὴ καθ' αὑτὴν γίνεσθαι. καὶ μή τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντι· ταλαίπωρος
ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εἰ μὴ τὴν
ὁμοφροσύνην τῶν εἰς 3.3.18.3 κακίαν ὑποσεσυρμένων σῶμα θανάτου τροπικῶς
λέγει. τήν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος
ἀποστρεφό3.3.18.4 μενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων. ἐπαινῶν
γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι εὖ ἴσθι ὅτι ἔμοιγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ
ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ 3.3.18.5 τοὺς λόγους ἐπιθυμίαι τε καὶ
ἡδοναί· τῆς τε τῶν ἀφροδισίων χρήσεως ἐπιμνησθείς· εὐφήμει, ἄνθρωπε,
ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην
ἀποφυγών. 3.3.19.1 πάλιν δ' ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφει· ὁ μὲν οὖν
ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν 3.3.19.2 οἱ
ἄνθρωποι. καὶ αὖθις· οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί
εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι
ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς 3.3.19.3 τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι. ἀλλ'
ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν· οὐ δεῖ δὴ
ἑαυτὸν ἐκ 3.3.19.4 ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν. καὶ συνελόντι εἰπεῖν <τοῦ>
κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν τῷ Μαρκίωνι, εὐσεβῶς 3.3.19.5
αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδε· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα τὰ καλὰ
κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται,
ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς 3.3.20.1 ζῴοις ἐναπεργάζεται. ἔτι δὲ
σαφέστερον ἐπιφέρει· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ
τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν
κόσμον 3.3.20.2 ἀφικέσθαι. οὐδὲν δὲ ἧττον κἀν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀν
θρώπων γένος λέγων ὧδε· θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον
πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο 3.3.20.3 τὰς τῶν ἑορτῶν
ἀμοιβάς. ἔν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγει· ὡς ἐξ
ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν
κυουμένων ἕξεως, ἔπειτ' αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ
πόνων 3.3.21.1 μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες. τί δέ; οὐχὶ καὶ
Ἡράκλειτος θάνατον τὴν γένεσιν καλεῖ Πυθαγόρᾳ τε καὶ τῷ ἐν Γοργίᾳ Σωκράτει
ἐμφερῶς ἐν οἷς φησι θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες,
ὕπνος; 3.3.21.2 Ἀλλὰ τούτων μὲν ἅλις· ἐπειδὰν δὲ περὶ τῶν ἀρχῶν διαλαμβάνωμεν,
τότε καὶ τὰς ἐναντιότητας ταύτας ἃς οἵ τε φιλόσοφοι αἰνίσσονται οἵ τε περὶ
Μαρκίωνα δογματίζουσιν, ἐπισκεψόμεθα· πλὴν οὐκ ἀσαφῶς δεδεῖχθαι ἡμῖν νομίζω
τὰς ἀφορμὰς τῶν ξένων δογμάτων τὸν Μαρκίωνα παρὰ Πλάτωνος ἀχαρίστως τε καὶ ἀμαθῶς εἰληφέναι. 3.3.22.1 Ὁ δὲ περὶ ἐγκρατείας ἡμῖν προβαινέτω λόγος. ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμένους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδων ἀποφθέγξασθαι, ἀθέως δὲ ἐκδεξαμένους ταῦτα τοὺς περὶ 3.3.22.2 Μαρκίωνα ἀχαριστεῖν τῷ δημιουργῷ. λέγει γὰρ ἡ τραγῳδία· τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς. ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι τίκτω· τεκοῦσα δ' ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα <μὲν> κακούς, χρηστοὺς δ' ἀπολλῦσ' ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖμίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ' ἔχειν πόνους; 3.3.22.3 καὶ ἔθ' ὁμοίως· ἔμοιγε νυν τε καὶ πάλαι δοκεῖν, παῖδας φυτεύειν οὔποτ' ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν. 3.3.22.4 ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε· ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ' αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς· μή τοι νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει. 3.3.23.1 πάλιν δ' αὖ τὰ ὅμοια τούτοις ὧδε ἀποδίδωσι· θνητῶν δὲ ὄλβιος οὐδεὶς οὐδὲ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος. 3.3.23.2 καὶ εἶτ' αὖθις· φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι, ὅσαι δὲ μορφαί, τέρμα δ' οὐκ εἴποι τις ἄν. 3.3.23.3 καὶ ἔθ' ὁμοίως· τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν <οὐδὲν> διὰ τέλους εὐδαιμονοῦν. 3.3.24.1
Ταύτῃ οὖν φασι καὶ τοὺς Πυθαγορείους ἀπέχεσθαι ἀφροδισίων. ἐμοὶ δὲ ἔμπαλιν δοκοῦσι γαμεῖν μὲν παιδοποιίας ἕνεκα, τῆς δὲ ἐξ 3.3.24.2 ἀφροδισίων ἡδονῆς ἐθέλειν κρατεῖν μετὰ τὴν παιδοποιίαν. ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας. 3.3.24.3 Θεόφραστος γοῦν ἐν τῷ πέμπτῳ τῶν Φυτικῶν αἰτίων τὰ κελύφη τῶν κυάμων περὶ τὰς ῥίζας τῶν νεοφύτων δένδρων περιτιθέμενα ξηραίνειν τὰ φυόμενα ἱστορεῖ, καὶ αἱ κατοικίδιοι δὲ ὄρνιθες συνεχῶς ταῦτα σιτούμεναι ἄτοκοι γίνονται. 3.4.25.1 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν 3.4.25.2 χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν 3.4.25.3 ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος. κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλ' ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ 3.4.25.4 Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον. πῶς οὖν σαρκίον ἔχων νεκρὸν οὐκ εἶχεν; ὅτι ἐξανέστη τοῦ μνήματος τοῦ κυρίου τὰ 3.4.25.5 πάθη νεκρώσαντος, ἔζησε δὲ Χριστῷ.
ἐπεμνήσθημεν δὲ καὶ τῆς κατὰ Καρποκράτην ἀθέσμου γυναικῶν κοινωνίας,
περὶ δὲ τῆς Νικολάου ῥήσεως διαλεχθέντες ἐκεῖνο παρελίπομεν. ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι 3.4.25.7 τῷ βουλομένῳ ἐπέτρεψεν. ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ, καὶ δὴ κατακολουθήσαντες τῷ <τε> γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες. 3.4.26.1 πυνθάνομαι δ' ἔγωγε τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ παρ' ἣν ἔγημεν κεχρῆσθαι γυναικὶ τῶν τ' ἐκείνου τέκνων <τὰς> θηλείας μὲν καταγηρᾶσαι 3.4.26.2 παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν· ὧν οὕτως ἐχόντων ἀποβολὴ πάθους ἦν εἰς μέσον τῶν ἀποστόλων ἡ τῆς ζηλοτυπουμένης ἐκκύκλησις γυναικός, καὶ ἡ ἐγκράτεια τῶν περισπουδάστων ἡδονῶν τὸ παραχρῆσθαι τῇ σαρκὶ ἐδίδασκεν. οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ 3.4.26.3 καὶ θεῷ.