Philo's Use of φύλαξ

Discussion about the New Testament, apocrypha, gnostics, church fathers, Christian origins, historical Jesus or otherwise, etc.
Post Reply
Secret Alias
Posts: 18922
Joined: Sun Apr 19, 2015 8:47 am

Philo's Use of φύλαξ

Post by Secret Alias »

ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ' ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων [55] αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι. διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ ὃν ἐποίησε·

δύσελπις μὲν ‹γίνεται›, εἰ νῦν μόνον ἀλλὰ μὴ καὶ αὖθις ἐλπίζει τὸν θεὸν ὀμβρήσειν αὐτῷ ἀγαθά, ἄπιστος δέ, εἰ μὴ πεπίστευκε καὶ νῦν καὶ ἀεὶ τὰς τοῦ θεοῦ χάριτας ἀφθόνως τοῖς ἀξίοις προσνέμεσθαι, ἄνους δέ, εἰ οἴεται τῶν συναχθέντων ἱκανὸς ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βεβαιότητα περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν [165] ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε. σύναγε οὖν, ὦ ψυχή, τὰ αὐτάρκη καὶ καθήκοντα καὶ μήτε πλείω τῶν ἱκανῶν ὡς ὑπερβάλλειν μήτε ἐλάττω πάλιν ὡς ἐνδεῖν, ἵνα μέτροις δικαίοις χρωμένη μὴ ἀδικῇς.

189 ἓν μὲν τὸ οἷον διαφυλάξει καὶ διασώσει, ἕτερον δὲ τὸ ἴσον τῷ ἐπιτηρήσει πρὸς ἀναίρεσιν. ἀνάγκη δὲ τὸν νοῦν ἢ φαῦλον ἢ σπουδαῖον εἶναι· ὁ μὲν οὖν ἄφρων φύλαξ καὶ ταμίας ἂν γένοιτο τῆς ἡδονῆς, χαίρει γὰρ αὐτῇ, ὁ δὲ σπουδαῖος ἐχθρός, καραδοκῶν ὅτε ἐπιθέμενος ἰσχύσει καθελεῖν αὐτὴν εἰσάπαν.

ἐπειδὰν δὲ ἀβούλητος κακοπραγία συμβῇ, τοὺς μὲν ὡς ἀγαθοὺς μάντεις ἀποδέχεται καὶ προφυλάξασθαι δυνατωτάτους τὰ μέλλοντα, τὰ δ' οὐδενὸς αἴτια κακοῦ τὸ παράπαν αἰτιᾶται, τὴν γεωργίαν, τὴν ἐμπορίαν, τὰς ἄλλας [35] ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· De Cherubim

τὰ δὴ τρία μέτρα ταῦτα καλὸν ἐν ψυχῇ ὥσπερ φυραθῆναί τε καὶ συνενεχθῆναι, ἵνα πεισθεῖσα τὸν ἀνωτάτω εἶναι θεόν, ὃς ὑπερκέκυφε τὰς δυνάμεις ἑαυτοῦ καὶ χωρὶς αὐτῶν ὁρώμενος καὶ ἐν αὐταῖς ἐμφαινόμενος, δέξηται χαρακτῆρας ἐξουσίας τε καὶ εὐεργεσίας αὐτοῦ καὶ τῶν τελείων μύστις γενομένη τελετῶν μηδενὶ προχείρως ἐκλαλῇ τὰ μυστήρια, ταμιευομένη δὲ αὐτὰ καὶ ἐχεμυθοῦσα ἐν ἀπορρήτῳ φυλάττῃ· γέγραπται γὰρ ἐγκρυφίας ποιεῖν, ὅτι κεκρύφθαι δεῖ τὸν ἱερὸν περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον, ἐπεὶ θείων παρακαταθήκην [61] ὀργίων οὐ παντός ἐστι φυλάξαι. Sacrifices of Cain and Abel

69 Φαραὼ δὲ ὁ σκεδαστὴς τῶν καλῶν ἀχρόνων δυνάμεων φαντασίαν οὐχ οἷός τε ὢν δέξασθαι, τὰ ψυχῆς ὄμματα πεπηρωμένος, οἷς μόνοις αἱ ἀσώματοι καταλαμβάνονται φύσεις, οὐδὲ ὠφεληθῆναι δι' ἀχρόνων ὑπομένει, ἀλλὰ ταῖς ἀψύχοις δόξαις, λέγω δὲ βατράχοις, πιεσθεὶς ἦχον καὶ ψόφον ἔρημον καὶ κενὸν πραγμάτων ἀποτελούσαις, εἰπόντος Μωυσέως τάξαι πρὸς μέ, πότε εὔξομαι περὶ σοῦ καὶ τῶν θεραπόντων σου, ἀφανίσαι τοὺς βατράχους (Exod. 8, 9), δέον ἐν ἀνάγκαις σφοδραῖς ὄντα εἰπεῖν εὐθὺς εὔχου, ὑπερτίθεται λέγων εἰς αὔριον, ἵνα διὰ πάντων τὴν ὁμαλότητα τῆς ἀθεότητος διαφυλάξῃ.

57 οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ (ibid.); οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· Quod deterius potiori insidiari soleat

μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ (Gen. 4, 9); πάνυ γάρ, εἴποιμ' ἂν, ἀθλίως ἔμελλε βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν. ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ' ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης [63] ἐπιδεικνύμενοι φυλακῆς. καὶ οὐδ' ἅπασιν ἐξεγένετο τοῖς ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ' εἴ τινες ἀριθμὸν πεντηκοστὸν ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας λήξεις προκηρύττοντα. τοῦτο γάρ φησιν ἐστὶ τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει [64] φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται (Num. 8, 2426). οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα ‑ τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος ‑ ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι' ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ ‑ ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος ‑ , τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ' ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην [65] ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις. ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ [66] εὐθυβόλως καλεῖ φύλακα. οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ' ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ [67] θεωρήματα. διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ θαυμάσια προειπὼν ἐπιφέρει· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν· εἶθ' ἑξῆς· δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ [68] τὸν νόμον σου Ἰσραήλ (Deut. 33, 9. 10). οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ' ἄν, ἀλλ' οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη.

τίς γὰρ οὕτως ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ' ἑκὼν μήτ' ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ' αὐτὴν καὶ φυλάξαι παρ' [21] ἑαυτοῖς ἀδυνατοῦσιν. [on the Giants]

τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς φθόγγοις, ἀλλ' ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων, μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι' ἴσου δ' αὐτὴν φυλάξαντα κροτεῖν [25] καὶ ἐπιψάλλειν ἐμμελῶς. [Quod Deus]

ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν' ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε [114] καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται. ἀλλὰ σύ γε, ὦ ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι [115] προαιρέσει τοῦ βίου· ἂν δ' ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ' οὗ [116] γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα. τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο.

Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ (Exod. 23, 20). [Agriculture 51]

τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ ἀνεκάλεσε Μωυσῆν (Lev. 1, 1). [On Planting 26]

[213] τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ· λέγει γὰρ ὅτι θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου (Deut. 23, 1). τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων [214] δογμάτων φυλάξαι μὴ δυναμένῳ [On Drunkenness]

συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, λεηλατοῦσι, πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι, [48] δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι. πλοῦτον γὰρ ἢ δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε, μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος [49] ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. [Confusion of Tongues]

[79] τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου·

ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· [Migration of Abraham]

ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν [175] ἐπ' αὐτῷ (Exod. 23, 20. 21). ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς ὁδοῦ·

τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά [9] μου καὶ τὰ νόμιμά μου (Gen. 26, 35). [Quis rerum divinarum heres sit]

τοῖς κεκτημένοις ἐπιφέροντα, αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν, ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην, ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν [110] ἐπ' ὠφελείᾳ διεξέρχωνται παραπτύειν. οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ θεοῦ καὶ τῶν ἀρετῶν αὐτοῦ διανοῆται, τὸν δὲ λόγον, ἵν' ἀχαλίνῳ στόματι ἐγκωμίοις καὶ ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρῃ τὸν τῶν ὅλων πατέρα, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἀρετὰς εἰς ἓν τοῦτο μόνον ἔργον συγκροτῶν καὶ ἐπιδεικνύμενος, τὴν δὲ αἴσθησιν, ἵνα φαντασιουμένη τὸν αἰσθητὸν ἅπαντα κόσμον οὐρανὸν καὶ γῆν καὶ τὰς μεταξὺ φύσεις, ζῷά τε καὶ φυτά, ἐνεργείας τε καὶ δυνάμεις αὐτῶν καὶ ὅσαι κινήσεις καὶ [111] σχέσεις, ἀδόλως καὶ καθαρῶς ψυχῇ διαγγέλλῃ.

129 τοῦτ' ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, [130] μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος. εἶτ' ἐπιλέγει·

[184] ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ' οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται·

τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξεσθε, πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Lev. 18, 15). [De congressu eruditionis gratia]

οἱ μὲν γὰρ προκαμόντες ἀνέπεσον, βαρὺν ἀντίπαλον ἡγησάμενοι τὸν πόνον, καὶ τὰς χεῖρας ὑπ' ἀσθενείας ὥσπερ ἀπειρηκότες ἀθληταὶ καθῆκαν, παλινδρομεῖν [165] εἰς Αἴγυπτον ἐπὶ τὴν ἀπόλαυσιν τοῦ πάθους ἐγνωκότες. οἱ δὲ τὰ φοβερὰ καὶ δεινὰ τῆς ἐρήμης πάνυ τλητικῶς καὶ ἐρρωμένως ἀναδεχόμενοι τὸν ἀγῶνα τοῦ βίου διήθλησαν ἀδιάφθορον καὶ ἀήττητον φυλάξαντες καὶ τῶν τῆς φύσεως ἀναγκαίων κατεξαναστάντες, ὡς πεῖναν, δίψος [ῥῖγος], κρύος, θάλπος, ὅσα τοὺς ἄλλους εἴωθε δουλοῦσθαι, κατὰ [166] πολλὴν ἰσχύος περιουσίαν ὑπάγεσθαι.

μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε κύριος ὁ θεὸς ἐν ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν καρδίᾳ σου, εἰ φυλάξεις ἐντολὰς αὐτοῦ ἢ οὔ· καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος [171] θεοῦ (Deut. 8, 2. 3)

νυνὶ δ' εἰσὶν οἱ λάκκοι συντετριμμένοι, τουτέστι πᾶσαι τῆς ἀναγώγου ψυχῆς αἱ δεξαμεναὶ τεθραυσμέναι καὶ διαρρέουσαι, μὴ δυνάμεναι συσχεῖν καὶ φυλάξαι τὴν τῶν οἵων τε ὠφελεῖν ἐπιρροήν. [De fuga et inventione]

οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαντες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαντες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνίτιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπ' αὐτῶν σπαργάνων ἀνατραφέντες· [On Sleep 9]

[85] ἀλλ' ὅμως ὁ τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ' ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ' ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι' ἧς [86] οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι. [Joseph]

ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς ‑ ἤδη γὰρ τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν ‑ ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι. [270]

ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδ' ὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρός ‑ δεῖ γὰρ ἀψευδεῖν ‑ , τὸ δέ τι [264] εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ. εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ' ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος·

σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε [109] πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος; [Vita Moses 1]

ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ' ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ [249] ἐπὶ τοῖς ἐναντίοις ἔμελλον. τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ' ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον.

φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, [294] ἐφ' οἷς πρότερον ἐσεμνύνου, γελασθέντων. ὁ δὲ τὰ μὲν πρότερα εἶπε πάντ' ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι. καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι' ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον·

καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές ‑ τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι ‑ · νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν [126] γοητείαις τισὶ καὶ ἀπάταις. [Decalogue]

φυλαξάμενος οὖν γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, [132] βραχὺ παρηγόρημα μεγάλου κακοῦ. [Special Laws]

207 κἂν ὑπαιθρίῳ διατελοῦντί σοι προσπίπτῃ κρυμὸς καὶ θάλπος, εἰσὶν ἔφεδροι ‹καὶ› σκιαὶ τὰ λάσια τῶν δένδρων, οἷς ὑποστείλας τὴν ἀφ' ἑκατέρου δυνήσῃ βλάβην εὐμαρῶς ἐκφυγεῖν·

τοὺς μὲν γὰρ ἄντικρυς ἐπιβουλεύοντας δύναιτ' ἄν τις φυλάξασθαι, τῶν δὲ κρύφα συντιθέντων καὶ σκευωρούντων τὰς [95] ἐπιθέσεις φαρμακείαις οὐ ῥᾴδιον τὰς τέχνας συνιδεῖν.

ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ' ἡμέραν τε καὶ νύκτωρ ὀφείλει [21] μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα. κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοιςἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· [On Virtues]

96 κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλ' ἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως.

πολλοὶ γοῦν τῶν γεωπόνων ἔαρος ὥρας ἐπιτηροῦσι τὰ νέα τῶν δένδρων, ἵνα ὃν ἂν τέκῃ καρπὸν εὐθὺς ἀποθλίβωσι, πρὶν ἐπίδοσιν καὶ συναύξησιν λαβεῖν, φόβῳ τῆς τῶν τεκόντων ἀσθενείας. συμβαίνει γάρ, εἰ μὴ προφυλάξαιτό τις, ὅτε χρὴ τελειωθέντα καρπὸν φέρειν, ἀγονεῖν ἢ ἀμβλίσκειν ἐξασθενήσαντα τῷ πρὸ καιροῦ πονηθῆναι φοραῖς, ἃς αἱ πάλαι κληματίδες ἐπηχθισμέναι [158] ῥίζαις αὐταῖς ἐκτρύχουσι τὰ στελέχη.

οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ' ὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφ' οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.

τὸ δὲ καλῶς ἀνέφερεν ἐπ' οὐδὲν ἕτερον ἢ τὴν θεραπείαν καὶ [222] ἱκεσίαν τοῦ ἑνὸς αἰτίου. καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δ' ὑστέρῳ κατ' ἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλ' ὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μετ' αὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι.

εἰσὶ δ' οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων [13] ἀνέθηκαν ἑαυτοῖς. ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ' ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. [De praemiis et poenis]

φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς στένειν καὶ τρέμειν ἀεί (Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν' ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας [73] οἱ μὴ ἀνίατα δράσαντες. φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς στένειν καὶ τρέμειν ἀεί (Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν' ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας [73] οἱ μὴ ἀνίατα δράσαντες.

συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ' Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ' ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ' ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ' ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς [69] τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. [Vita Contemplativa]

ἑξαετίαν γὰρ τὴν ἐπικράτειαν λαβὼν πέντε μὲν ἔτη τὰ πρῶτα, ζῶντος Τιβερίου Καίσαρος, τήν τε εἰρήνην διεφύλαξε καὶ οὕτως εὐτόνως καὶ ἐρρωμένως [9] ἀφηγήσατο, ὡς τοὺς πρὸ αὐτοῦ πάντας ὑπερβαλεῖν. τῷ δ' ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ' ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος ‑ δῆλος γὰρ ἦν ὡς ἐπ' οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο ‑ εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ' ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ' αἷς ἀνῃρέθη, γεγονὼς [10] καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος. [In Flaccum]

50 πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ' ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.

οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁ τὰ ἄμικτα ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁ εἰρηνοφύλαξ, ὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁ μηδὲν ἀποκρυψάμενος [148] ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ.[Embassy to Gaius]

[152] ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ' ἕκαστον ‹τὸ› νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος.

καλῆς μέντοι [192] γοητείας καὶ πανουργίας, ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο [καὶ] ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς διεφύλαξε. [Eus. Praep. Evang. VIII.6.2]

εἰ δέ τινες ὑπὸ ῥαθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτοὺς ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἵ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθησαν, ἀνοίας τἀπίχειρα εὑράμενοι.[Providence 58]
Post Reply